Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.27 | Dem. 55.30 (English) | >>Dem. 55.35 |
55.29καὶ ἐγὼ μέν , ὃν προσῆκεν ἀγανακτεῖν τῆς ὁδοῦ στενοτέρας καὶ μετεωροτέρας γεγενημένης , ἡσυχίαν ἔχω · τούτοις δὲ τοσοῦτον περίεστιν ὡς ἔοικεν , ὥστε τοὺς ἠδικημένους πρὸς συκοφαντοῦσιν . καίτοι , ὦ Καλλίκλεις , εἰ καὶ ὑμῖν περιοικοδομεῖν ἔξεστιν τὸ ὑμέτερον αὐτῶν χωρίον , καὶ ἡμῖν δήπου τὸ ἡμέτερον ἐξῆν . εἰ δʼ ὁ πατὴρ ὁ ἐμὸς ἠδίκει περιοικοδομῶν ὑμᾶς , καὶ νῦν ὑμεῖς ἔμʼ ἀδικεῖτε περιοικοδομοῦντες οὕτως ·
55.30δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον , εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως . ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο , ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι . καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι , δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω .
μὴ θαυμάζετε δʼ , ὦ ἄνδρες δικασταί , τὴν τούτου προθυμίαν , μηδʼ εἰ τὰ ψευδῆ κατηγορεῖν νῦν τετόλμηκεν . καὶ γὰρ τὸ πρότερον πείσας τὸν ἀνεψιὸν ἀμφισβητεῖν μοι τοῦ χωρίου , συνθήκας οὐ γενομένας ἀπήνεγκεν , καὶ νῦν αὐτὸς ἐρήμην μου καταδεδιῄτηται τοιαύτην ἑτέραν δίκην , Κάλλαρον ἐπιγραψάμενος τῶν ἐμῶν δούλων . πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τοῦθʼ ηὕρηνται σόφισμα · Καλλάρῳ τὴν αὐτὴν δίκην δικάζονται .
55.32καίτοι τίς ἂν οἰκέτης τὸ τοῦ δεσπότου χωρίον περιοικοδομήσειεν μὴ προστάξαντος τοῦ δεσπότου ; Καλλάρῳ δʼ ἕτερον ἐγκαλεῖν οὐδὲν ἔχοντες , ὑπὲρ ὧν ὁ πατὴρ πλέον ἢ πεντεκαίδεκʼ ἔτη φράξας ἐπεβίω δικάζονται . κἂν μὲν ἐγὼ τῶν χωρίων ἀποστῶ τούτοις ἀποδόμενος ἢ πρὸς ἕτερα χωρία ἀλλαξάμενος , οὐδὲν ἀδικεῖ Κάλλαρος · ἂν δʼ ἐγὼ μὴ βούλωμαι τἀμαυτοῦ τούτοις προέσθαι , πάντα τὰ δεινόταθʼ ὑπὸ Καλλάρου πάσχουσιν οὗτοι , καὶ ζητοῦσιν καὶ διαιτητὴν ὅστις αὐτοῖς τὰ χωρία προσκαταγνώσεται , καὶ διαλύσεις τοιαύτας ἐξ ὧν τὰ χωρίʼ ἕξουσιν .
55.31
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.27 | Dem. 55.30 (English) | >>Dem. 55.35 |